Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τόν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ’ ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασι.

μεθ’ ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ’ Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ’ ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ’ [*](4 Neem. 12, 10. 9 Ioseph. A. J. XI. 8, 5.)

v.3.p.531
ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζε.

μεθ’ ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὑ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτῃ καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν·

ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἰκοσιπέντε· μεθ’ ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς ὁ Ἰώσηπός φησι, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ’ ὃν ᾿Αριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ.

τοῦτον διαδέχεται᾿ Αλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεὺς, ἔτεσι καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν προαγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὑ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι χριστὸν ὴγούμενον ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι.

μεθ’ οὓς τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου ῾Υρκανοῦ στασιασάντων πρὸς ἀλλή- [*](8 Maccab. I. 16, 14. 13 loseph. A. J. XX, 10, 3. 16 loseph A. J. XIII, 11, 1.)

v.3.p.532
λους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὢν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών.

καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος.

τότε δ’ οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος ῾Ιερουσαλὴμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσι, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο.

μεθ’ ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελὼν τὴν τόν Ἰουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μῶσ’ ἕως νόμον διαφθείρας τάξιν.

ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ’ Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ’ οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισι καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς, πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον, ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι.

καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἂν ἄλλως ἀπαριθμούμενος τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἐξήκοντα δύο ἑβδομάδων, αἳ συντείνουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἐπ’ αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώ- δὴν τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντα,

v.3.p.533
καθ’ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γἐνε- σις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸΔα- ρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλού- δηλούμενον ἀριθμὸν ἀναλογίσῃ.

Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηγονταετῆ χρόνον τῆς ἐρη- μώσεωςἹερουσαλὴμ συμπεπεράνθαιὁ προφήτηςΖαχα- ρίας δηλοῖ λέγων τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδε- κάτῳ μηνὶ, αὐτός ἐστι Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει Δαρείου, ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου.”