Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ ‟ σφραγίσαι ὅρασιν καὶ προφήτην,” ἐπεὶ ὁ νόμος καὶ οἶ προφῆται μέχρις Ἰωάννου διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματο- [*](10 Apoc. 5, 5. 13 Es. 29, 11. 19 Matth. 5, 17. 21 Rom. 10, 4.)
τούτοις ἐπιφέρει ‟ τοῦ χρῖσαι ἅγιον ἁγίων.” καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων ἅγιοι ἁγίων οἶ παρ’ Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο, κατὰ τὴν κατὰ τὸν τοῦ Μώσεως νόμον ἐπιτελουμένην ἁγιστείαν· ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασι καταλλήλως τῇ προφητείᾳ.
ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα.
ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ’ αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὁ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο.
ἐπεὶ δὲ ὁ Ἀκύλας τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων” ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων ἁγίων προσαγορευομένων, ἁγίου δὲ ἁγίων μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο καὶ προχείρως νοούμενόν ἐστιν
μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θερα- πείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δὲ ὕστερον καὶ παντελῶς ἀπέσβη.
ἀλλ’ ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα ἅγιον ἁγίων ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαί τε κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας. τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσι καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, μετὰ μετοχὴν καὶ μετουσίαν τοῦ φήσαντος ‟ ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος· ”
ἁγίων δὲ ἅγιος τίς ἂν κυρίως ἐν ὀνομασθείη ἢ μόνος ὁ ἠγαπημένος τοῦ ἁγίου παῖς, ὥσπερ βασιλεὺς βασιλέων καὶ κυρίων κύριος, οὕτω καὶ ἁγίων ἅγιος ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε διαφερόντως παρὰ τοὺς πώποτε Μώσεως ἐλαίῳ γεώδει καὶ σκευαστῷ κεχρισμένους, εἴρητο ‟ ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιά- σεως παρὰ τοὺς μετόχους σου.”
ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἠσαίᾳ ‘πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὑ εἵνεκεν ἔχρισέ με.” ἐπεὶ καὶ πνευματικῷ, μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως ἅγιος ἁγίων, ὡς ἄν τις εἴποι, ἀρχιερεὺς ἀρχιερέων ὠνόμασται καὶ ἡγιασμένος ἡγια- [*](15 Levit. 19, 2. 22 Heb. 1, 9. 25 Es. 61, 1.)
ταῦτα δὲ πάντα συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομάδων τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ’ οὕτως ἔσεσθαι ὁ προδηλωθεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπιζε τῷ προφήτῃ, αὖθις ἐπαναλαμβάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθμήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται.
λέγει δ’ οὖν ‟ καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ, ἑβδο- μάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέ- ψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος.” ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. κοινὰ γοῦν καλῶς εἴρηται τὰ τῶν φίλων.
καὶ ἐπειδὴ προσήκει συγχρῆσθαι μὲν εὐγνωμονοῦντας τοῖς καλῶς ὑφ’ ἑτέρων εἰρημένοις, μὴ μὴν ἀποστερεῖν τοὺς πατέρας τῶν ἐκγόνων, μηδὲ τοὺς πρώτους φύντας τῶν οἰκείων σπερμάτων, τὰς αὐτοῦ παραθήσομαι λέξεις.