Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολλῶν ἐλήλυθεν ἐν τῷ Ἰσραὴλ, καθά φησι περὶ αὐτοῦ ‟ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ,” εἰκότως τοῖς εἰρημένοις ἑξῆς ἐπιλέγει ὁ Δανιὴλ τὸ ‟ καὶ τοῦ ἀπαλεῖψαι ἁμαρτίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας.”

διὰ γὰρ τὸ ἀδύνατον εἶναι αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ, οὗ τύπον ἔφερε τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον, οὗτος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὁ ἀμνὸς τοῦ θεοῦ, περὶ οὗ εἴρηται ‘‘ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·’

καὶ πάλιν ‟ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου,” αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα “ὃς ἐγενήθη σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις·” εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρτιῶν, καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων.

καὶ ὁ Ἀκύλας δὲ “τοῦ τελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι τὴν ἁμαρτίαν εἰπὼν ἐπήγαγε τὸ τοῦ ἐξιλάσασθαι ἀνομίαν,” ἱλασμὸν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑποτιθέμενος. ἐξῆς τούτοις εἴρηται ‟ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. ”

ἔστι μὲν [*](5 Luc. 2, 34. 7 Heb. 10, 4. 13 L Jo. 2, 2. 18 1. Cor. 1, 30.)

v.3.p.520
οὖν αὐτὸς ὁ τοῦ θεοῦ λόγος αἰώνιος δικαιοσύνη, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, κατὰ τὸν ἀπόστολον. πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν ἀνθρώποις προυξένησε δικαιοσύνην, ἔργοις ἐπιδείξας ὅτι ‟ μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ θεὸς, ἀλλὰ καὶ ἐθνῶν, ἐπείπερ εἶς ὁ θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.”

ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος ἐπ’ ἀληθείας, φησὶν, οἶ δ’ ἁ ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστί.’

καὶ ὁ Παῦλος δὲ τὸ εὐαγγέλιον δικαιοσύνης εἶναί φησι, λέγων, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. καὶ ἐν Ψαλμοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ ‟ ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.

καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀληθῶς θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πὰν γένος ἀνθρώπων ἐξ ἴσου τῆς παρὰ τῷ θεῷ καταξιώσαντος κλήσεως. ἀλλ’ οὐ τοιαῦτα ἦν τὰ διὰ Μώσεως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ πρὸς καιρὸν φανέντα παρελήλυθεν. ἡ δὲ διὰ τοῦ σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκὲς, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα ‟καὶ τοῖ ἀγαγεῖν δικαιοσύνην αἰώνιον.”

ἀντὶ δὲ τοὐ καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην” κυριώ- [*](6 Rom. 3, 29. 10 Act. 10, 34. 14 Rom. 1, 16. 18 Ps. 72, 7.)

v.3.p.521
τερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπὼν ‟καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην. ” οὐ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέ τε καὶ ἀνή- πλωσε, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων.

ὅθεν ἰδοὺ ‟ φησὶν, ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα, καἰ αὐτὸς ἤνοιξε τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ,” κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ μάλα ἐπιστάμενος ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγε ‘καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἶ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου.”

οὐκ ἄρα τοῦ ἀποκλεῖσαι ὅρασιν καὶ προφήτην ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν. ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι ‟τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην."

ὃ καὶ συνᾴδει τῷ ‘οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ. ‟ τέλος γὰρ νόμου Χριστὸς, καὶ πᾶσαί γε αἶ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον εἰς ὅτ’ αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις.