Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐπὶ δὲ τὸν τέταρτον ἐλθὼν τὸν Ἰούδαν, [*](4 Gen. 12, 2. 7 Gen. 18, 18. 11 Gen. 26, 4. 14 Gen. 28, 13. 17 Gen. 35. 11.)
ταῦτα οὖν ἅπαντα ἦν τὰ ἀποκείμενα τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ ‟βασιλεῖς βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.” διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη.
αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μώσεως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γὰρ ‟καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν.”
καὶ ἐξῆς ἐπὶ τῶν εἰς τὸν ἐγκαινισμὸν τῆς σκηνῆς ἀναφερομένων “ εἶπε κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὑτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὑτοῦ Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.”
καὶ ἐν τῇ βίβλῳ δὲ τοῦ τοῦ Ναυὴ τῆς γῆς τῆς ἐπαγγελίας κλήρῳ κατὰ τῶν [*](18 Num. 2, 1. 25 Num. 7, 11. 29 Jos. 15.)
ἀλλὰ καὶ ‟ μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἶ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπε κύριος, Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ. ” σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται “καὶ ἀνέβη Ἰούδας, καὶ κύριος τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ.”
καὶ πάλιν ‟καὶ ἐπολέμησαν οἶ υἱοὶ Ἰούδα ἐν Ἰερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ.” καὶ αὖθις ‟ καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὑτοῦ.” καὶ ἑξῆς ‘καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος.” καὶ μετὰ ταῦτα ‟ καὶ ἀνέβησαν οἶ υἱοὶ Ἰωσὴφ, καί γε αὐτοὶ ἐν Βαιθὴλ, καὶ Ἰούδας μετ’ αὐτῶν. ”
καὶ ἐν τῇ βίβλῳ δὲ κριτῶν διαφόρως κατὰ χρόνους προισταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἶ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο, πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ’ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας.
ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς [*](3 Jud. 1, 1.)
πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλὴν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξε καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ’ οὓς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πὰν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται· καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος.
ἕως μὲν οὑν οὐδέπω διαλελοίπει ‟ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῶν προφητειῶν οἶ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἠσαίας ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχας καὶ Ἐζεκίου, οἷ ἐβασίλευσαν τῆς Ἰουδαίας, προφητεύει.
ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις ῾ Ιεροβοὰμ υἱοῦ Ἰωὰς, βασιλέως Ἰσραὴλ, καὶ Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. ὁμοίως δὲ καὶ Ἱερεμίας. ἀλλ’ ὅτε ἐκλέλοιπεν ‟ ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισανἸούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ.