Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τούτων δὲ ταῖς προφητείαις ἀκολούθως

v.3.p.497
κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος, δεύτερος δὲ Τιβέριος, μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασι- λεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται.

Τούτων ἡμῖν προτετηρημένων καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι ‘Ἱούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου.” δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἶς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους.

ἀλλ’ ὅτι γε οὐκ αὐ- τὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι ταῖς λέξεσι τῆς θείας γραφῆς, πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνῆς λεγούσης ‟ ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ισραὴλ τοῦ πατρὸς ὑμῶν.”

σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καὶ, ὡς αὐτός φησιν, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. καὶ ἄλλως δὲ τὰ ὧς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσειε τῷ πρώτῳ ἐκείνῳ ἀνδρί.

οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν οἶ ἀδελφοί· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ ὢ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρός. μᾶλλον δ’ ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυ-

v.3.p.498
νήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας· μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσὴφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησι.

καὶ τὸ “ ἀναπεσὼν δὲ ὡς λέων καὶ ὡς σκύμνος” μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ τὰ ἀποκεί- μένα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν᾿ ῾ τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γὰρ, φησὶν, οὐκ ἔσται, ἔστ’ ἂν γένοιτο τόδε.

οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ τὰ ἀποκείμενα τῷ προφητευομένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν· ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ - Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν.”

ἔνθα λεγομένου τοῦ ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα,” πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρὸς, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ ‟Ἰούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου καὶ τὰ ἐξῆς ἐπ’ ἐκεῖνον ἀνεφέρετο. πλείστοις δ’ οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν, οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς.

πρῶτος μὲν γὰρ Μώσης αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα, ἀλλ’ ἐκ τοῦ Λευὶ γεγονὼς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ’ ὃν ἦρξεν αὐτῶν Δεββώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαράκ ἐκ φυλῆς Νεφθαλεὶμ, μεθ’ οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ’ αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα

v.3.p.499
Ἐσεβὼν ἐκ Βηθλεὲμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλὼν, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δὰν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί.

οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραὴλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς Βενιαμίν.

πῶς οὖν τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ” (ὡς ἂν οἰη- θείη τις) ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ’ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσι διήρκεσαν οὗτοι του παντὸς ἔθνους βασιλεύσαντες, ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων, καθ’ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες.

μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους ἐξ Ἰούδα, τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ’ ὅλων φυλῶν ἐπὶ τῆς Ἰερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας.