Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοὺ Χριστοῦ λόγον τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη ὡς ἀγρίανκαὶ βλαβερωτάτην ὕλην περικόπτουσα τοτὲ μὲν κατακλυσμοῖς, τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ αὐτοὺς τοῖς κατ’ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων, τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων, ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας, ὡς ἐν τοιαύτῃ καταστάσει, καὶ ἀριθμῷ ληπτοὺς,

ὧν τὰ παρ’ Ἑβραίοις μνημονεύει λόγια, θεοφιλεῖς εὑροῦσα, τούτοις διὰ χρησμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μώσεως εἰσαγωγικοῖς καὶ βιωφελέσιν.

ἀλλ’ ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονή- ματα, τοῖς τε πολλοῖς ἔθνεσι πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ

v.3.p.491
πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας, μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεὺς, ὁ θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας, βασιλείαν τε οὐρανῶν, καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος.

Ταῦτα μὲν οὑν περὶ τῶν χρόνων εἰρήσθω, δι’ ἣν αἰτίαν νῦν, ἀλλ’ οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι.

ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ, λέγων τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως.” καὶ μετ’ ὀλίγα φησὶν ‘‘ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας, ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ.”

ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ ἀναδείξεως χρόνον παρέστησε λέγων “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου ΙΙιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς [*](23 Matth. 2, 1. 28 Luc. .3, 1.)

v.3.p.492
Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα. τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν τοῦτον ἔχουσαν τὸν τρόπον·

Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ.

“ Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε, συνάχθητε ἔνα ἐπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε, Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν.”

εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινά τισι τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει ‘‘Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ”

Σκόπει δὴ πρῶτον τίνα ἄρα φησὶν εἶναι τὰ [*](10 Gen, 49, 1.)

v.3.p.493
ἀποκείμενα αὐτῷ, καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας. γέγραπται γοῦν ὡς ἄρα εἷπεν ὁ θεὸς τῷ Ἀβραὰμ “ καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς.”

καὶ αὖθις “ Ἀβραὰμ δὲ φησὶ‘‘ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.’ τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον “ καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.” ἔτι δὲ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται “ ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ.” καὶ ἑξῆς καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς. ”

καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεὸς “ ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.

τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακὼβ, παίδων αὐτῷ τὸν ἀριθμὸν προμεμαθηκὼς δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ’ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχοῦς ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι’ αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα.