Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τίς δ’ ἂν εἴη ἄλλος ἢ ὁ τῶν Sλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφὴν ^ ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νε-
ὁ δὲ Σύμμαχός φησι σκύμνος λέοντος Ἰούδα, ἐκ θηριαλώσεως υἱέ μου ἀνέβης, ὀκλάσας ἡδράσθης·” δι’ ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ Ἅιδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ δωτῆρος ἡμῶν ἀποφυγή.
τὸ δὲ ὀκλάσαι καὶ ἑδρασθῇναι, ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδ’ εἶξε διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι. ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ, πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανε τὸ Ἰουδαίων συνειστήκει ἔθνος 5 καὶ οἶ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς.
ἐπεὶ δὲ ἐλήλυθε τὰ ἀποκείμενα τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπικότος, ἀναπεσών τε καὶ κοιμηθεὶς, ἢ ὀκλάσας κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλὼν, οἱ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταὶ πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες ὕστερον καὶ ὡς θεὸν ὡμολόγησαν εἶναι, καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο τὰ ἀποκείμενα αὐτῷ, ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ ἴως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ.
ἐξ ἐκεί- νοῦ γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ διαλελοίπασι μὲν οἶ ἄρχοντες καὶ ὢ [*](1 1. Thess. 1, 10.)
μετὰ ταῦτα πάντα ἐπιλέγεται “ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον καὶ τῇ ἥλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.”
Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορὸν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησε τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ πατήρ μου ὁ γεωργός ἐστιν.” ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαὸν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ.
εἴποι δ’ ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς ‟πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην., καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.”
καὶ ἔστι γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ’ ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλὰ ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης.
τοῦτο γὰρ καὶ ἄλλος [*](5 Gen. 49, 11. 14 Jo. 15, 1. 22 Matth. 21, 2.)
διὰ γὰρ τοῦ οἲνου, ὃπερ ἦν τοῦ αἳματος αὐτοῦ σύμβολον, τοὺς εἰς τὸν θάνατον αὐτοῦ βαπιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀυποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὣστε αὐτοὺς τῷ τιμίῳ αἳματι τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδορείσης ἀμπέλου οἲνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἂνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον εἰς έπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος·
καὶ τὸ “χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἲνου·” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα” πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέεχιν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἲνου οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς εἰπὼν “ λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὐπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἂφεσιν ἁμαρτιῶν· τοῦτο ποιεπιτε εἰς τὴν ἐμὴν ἀνάμνησιν,” δοκεῖ μοι σημαίνειν τοὶ “χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἲνου” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αἰτοῦ ἢ γάλα” τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς.
[*](1Zach. 9, 9.)