Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Δαβὶδ δὲ ἐν πη Ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ Δαβὶδ, μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ ‘‘αὐτὸς ἐπικα- λέσεταί με, πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. [*](14 Es. 42, 1. 22 Ps. 71, 8. 28 Ps. 88, 26.)
καὶ πάλιν ‟ τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. ” οὕτως οὖν ἑ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι’ ὧν αὐτὸν οἶ θεῖοι λόγοι σημαίνουσι, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονε φυλῆς.
πρόδηλον γὰρ κατὰ τὸν ἀπόστολον ὅτι ἐκ φυλῆς Ἰούδα ἀνατέταλκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν. τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ ἀποκείμενα ἦν τὰ προφητευόμενα.
τίνα δὲ ἦν ταῦτα ; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν ὁπηνίκα τέως μὲν τἀς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τόν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων ‘‘ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, ” ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς ‟ ἀπαγγείλατε γὰρ, φησὶ, τοῖς ἀδελφοῖς μου ὅτι ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ”
οὕτω δῆτα αὐτὸν οἱ ἀδελφοὶ τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ, ὡς εἰκὸς, τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες, καὶ ὡς καθεῖλεν ἐχθρόν τε καὶ [*](20 Ps. 21, 22. 23 Matth. 28, 10.)
αἶ δὲ χεῖρες τοῦ σωτῆρος ἡμῶν κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο. ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασε τὰς χεῖρας αὑτοῦ ἐπὶ τοὐ σταυροῦ, καὶ οὕτως αἶ χεῖρες αὑτοῦ φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ κατὰ νώτου τῶν ἐχθρῶν ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρὶ ἄσαρκος καὶ γυμνὸς οὑ ἀνειλήφει σώματος ἐπὶ τὸ τῶν ἐχθρῶν κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ’ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολ- λοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι, οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι, ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατ’ ἄνθρωπον καὶ θειοτέραν φύσιν τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ’ ὧν τὰς χεῖρας ἀφεὶς τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσι φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι ‟ αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.’
εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ ‟αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.”
ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ ‟ προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου,’ πάντες δηλαδὴ οἶ κατ’ οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ
ἀλλ’ ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανάτου μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπί- ’ζων ὁ Ἰακὼβ ἐπιλέγει ^* σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἷέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;” σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς.
ἐκ σπέρματος γοῦν ἦν τοῦ Δαβὶδ κατὰ σάρκα. ^^ ἐκ βλαστοῦ δὲ ἀνέβης υἶέ μου” φησὶν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὢν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι’ ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν.
εἴη δ’ ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ ’ ἀναπεσὼν ἐκοι- μήθης ὡς λέων καὶ ὡς σκύμνος,” ἐξ ἔθους τῆς γρα- φῆς κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης.
τὸ δὲ ‘τίς ἐγερεῖ αὐτόν” περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται. ἐγερθησόμενον γὰρ αὐτὸν σα- φῶς οἶδεν ὁ φάσκων ‘τίς ἐγερεῖ αὐτόν.’ θαυμαστι- κῶς δὲ ἐπιλέγει τὸ, τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀνα- στήσων αὐτόν,” ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνα- δεξάμενον ἐκ νεκρῶν ἀναστήσων.