Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος.

ἐπειδὴ γὰρ οὐκέτι τὰς δι’ αἱμάτων θυσίας, οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς, εἰπὼν καὶ ‟ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.” τούτου καὶ ἄλλος ἐμνημόνευσε προφήτης φήσας ‘‘θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.”

ἀλλὰ ταῦτα πλείονος βασάνου δεόμενα καὶ μακροτέρας ἑρμηνείας ἐπὶ σχολῆς ἄν τις βασανίσειε, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος εἰς τὸ παραστῆσαι μετὰ τῶν ἄλλων καὶ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ.

  • Απὸ τοῦ Δανιήλ.
  • ‟ Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρ- τίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεον μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὅρους τοῦ ἁγίου τοῦ θεοῦ μου, καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέ με, καὶ ἐλάλησε μετ’ ἐμοῦ, καὶ εἶπε, Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνε- σιν.

    ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, [*](10 Ps. 40, 6. 19 Dan. 9, 20.)

    v.3.p.514
    καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ.

    ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.

    καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἴως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἶ καιροὶ, καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἐξηκονταδύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάσος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἴως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.”

    Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανεὶς τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαι- ρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλωσιν

    v.3.p.515
    καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωυσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ’ ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης.

    καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμμένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ.

    φησὶν οὑν αὐτῷ Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν, ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἷ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ,” σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔν- νοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας. ὀπτασίαν γοῦν αὐτά γέ φησι διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι.

    διόπερ καὶ αὐτοὶ τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ’ αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. “ ἑβδομήκοντα, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, τοῦ συντελεσθῆναι ἀμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.”

    ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος ἐπὶ τὸν λαόν σου, τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους.