Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κατ’ αὐτοὺς δὲ τούτους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τόν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα, ἀλλ’ ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱερο- βοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἶ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ’ ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ

v.3.p.500
τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι.

τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ; ὥστε ἐξ ἀπάντων τούτων παρίστασθαι μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν, μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέ- ρεσθαι τὸ φάσκον λόγιον ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, μόνως δ’ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἀπάσης λέγεσθαι ταῦτα νοήσαιμεν.

αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο· κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἡ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον ὡς εἰ σαφέστερον ἔλεγεν, οὐκ ἐκλείψει τοὐ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή.

ὁ Σύμμακος ‟οὐ περιαιρεθήσεται ” φησὶν ‟ ἐξουσία Ἰούδα,” τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. στάς. ταύτης γοῦν οὔτε τὸ σκῆπτρον, ὡς ὁ Ἀκύλας φησὶ, βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς, οὔτε τὴν ἐξουσίαν κατὰ τὸν Σύμμαχον περιαιρεθήσεσθαι θεσπίζει, ἴως ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται, καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν.

ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ’ αὐτὸν προπάτορσι κεχρηματισμένην ; πρῶτον μὲν οὗν

v.3.p.501
θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶντῶνπαρ’ Ἑβραί- ὄις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆςἸούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία ’ οὐ δι’ ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα.

ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐ- τὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν. ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥου- βὶμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισε, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευὶ, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῇς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου, ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μα- κροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι’ οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι ; τίς δ’ οὐκ ἂν ὁμολο- γήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βεν- ιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρό- πολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κε- κλήρωτο; ἀλλ’ ὅμως οὐδ’ ἐκ τούτων, οὐδ’ ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς, ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψε τῇ προφητείᾳ ἀκολούθως.

οὕτω γέ τοι τὸ “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μό- νως οὕτως ἀληθῶςἡ πρόρρησις ἀποδέδοται. ἀπὸγοῦν τὠνΜωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶμὲν αὐτῶν ἄρχοντες, ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγη-

v.3.p.502
σάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους.

παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ’ ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ’ ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλου σπορᾶς, ἀλλ’ ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ’ αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ’ Ἑβραίους χρῂ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τς καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν, καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ “ Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.”

οἶδε γὰρ αὐτὴν ἅτε προνομίας ἠξιωμένην πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις, καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν “αἰ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.” εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα “ σκύμνος λέοντος” εἶναι λέγεται.

σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησι λέγων “ ἐκ βλαστοῦ υἱέ μου ἀνέβης. ”

τὸ δὲ “ ἀναπεςὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος” τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησι.

v.3.p.503
τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλὴν, τίς, φησὶν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος.

τίς δὲ ἄρα οὗτος ἦν ἐξῆς ἡμᾶς ἐφίστησι, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα προσδοκίαν ἔσεσθαι τῶν ἐθνῶν, ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείπειν καὶ ἄρχοντα καὶ ἡγούμενον μετασταθήσεσθαι, καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται.