Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

(οὕτω γὰρ ἀντὶ τοῦ ’“καὶ οὐκ εἰς κενόν” ὁ Ἀκύλας ἡρμή- νευσεν·) ἔπειτα διὰ τὸ μέλλειν ὀψὲ καὶ ἐσπέρας ἔσε- σθαι τὴν τοῦ προφητευομένου παρουσίαν εἰς ὑπομο- νὴν παρακαλέσας διὰ τοῦ “ ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ἢ ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ὁ ἐρχό- ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ,” ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ λέγων, ὁ δὴ τού-

v.3.p.376
τοῖς πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὑτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωὴν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἶς ἂν ὑποστείληται μὴ θαρσήσας, μηδὲ δὲ ἐμπιστεύσας τοῖς εἰρημένοις, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως μετὰ τὸ ‟ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” καθ’ ὑπερβατὸν συνάπτοντες τὸ ‟ ὁ δὲ μου ἐκ πίστεως ζήσεται,”

καὶ τούτῳ ἐπιλέγοντες τὸ ‟ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ συντρέχει λέγων ‘‘ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἐλεύσεται καὶ οὐ βραδυνεῖ.’ ἰδοὺ νωχελευομένου, οὐκ εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δόκαιος ἐν πίστει αὑτοῦ ζήσεται.

  • Απο τοῦ αὐτοῦ.
  • ‟Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. βήθην. κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, ἐν τῷ ἐγγίξειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος [*](18 Hab. 3. 2.)

    v.3.p.377
    αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.”

    Ἐπαδούσας δὲ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι “ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται,’ πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησι “ κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβῄφην” καὶ τὰ ἐξῆς δι’ δι’ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δὲ ἂν οὗτος εἴη ὁ πάλαι γνωριξόμενος, ὕστερον δέ ποτε ἐν τῷ ἐγγίζειν τὰ ἔτη γνωσθησόμενος, καὶ κατὰ τὸν προφητευόμενον χρόνον ἀναδειχθησόμενος, ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως ἐπὶ συντελεία τῶν αἰώνων εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφε σκήνους γένεσιν, καὶ “ὡς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών,” τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας καὶ τὰ κατ’ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβὼν, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου πνεύματος μαθὼν, ἐκστῆναι ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.’

    ὁ σω- [*](20 Phil. 2, 6.)

    v.3.p.378
    τὴρ δὲ καὶ κύριος ἡμῶν αὐτὸς οὗτος ὁ τοῦ θεοῦ λόγος “ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη·” πληθυντικῶς ἐνταῦθα καὶ περισπωμένως τῶν ζωῶν ἀπὸ ἑνικοῦ τοῦ τῆς ζωῆς ὀνόματος ἐξακουομένων.