Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ γὰρ παροξυτόνως τῶν ζώων ἀπὸ οὐδετέρου ἔρου τοῦ ζώου λέγεται, ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς αἱ ζωαί. δύο οὑν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀιδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθὼν ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται κατὰ τὴν τῶν ὁ ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ “ ἐν τῷ ἐγγίξειν τὰ ἔτη ζώωσον αὐτό” εἴρηται.

τί δὲ αὐτὸ ἢ τὸ κάτεργόν σου φησί; καὶ ὁ Θεοδοτίων δέ φησιν “ ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν,” καὶ ὁ Σύμμαχος ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν” ἐκδέδωκε. πάντες οὖν ‘‘ζώωσον αὐτόν εἰπόντες σαφῶς ὅτι μὴ περὶ οἶον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν.

διὸ παρὰ τοῖς ὁ λεγομένου μένου τοῦ “ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ” οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.

τούτοις ὁ προφήτης ἐπιλέγει “ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ,” διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.

τὸ

v.3.p.379
γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει.” τὸ δὲ Θαιμάν μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν συντέλεια, ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο “ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει.” ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοὐ σωτῆρος ἡμῶν εὐεργεσία.

τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει,” ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ Θαιμάν εἰς τὸν νότον.