Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Καὶ ἀπεκρίθη κύριος πρός μέ, καὶ εἷπε, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτὰ, διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.”
Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ’ ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν ; τοῦτον δὲ οἶα φῶς τυγχάνοντα εἰς πέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῶ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ.”
καὶ χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει “τὸ πρὸς ἑσπέραν ἔσται φῶς. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκεν ‟ ἐὰν ἐὰν δὲ μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ.” τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι’ ὧν φησι ‟ μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, [*](7 Hab. 2, 2. 16 Hab. 9, 26. 20 Zacli. 6, 12. 22 Zach. 14, 7. 27 Heb. 10, 35.)
καὶ ὅρα γε ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικὸν, διὰ τὸ καθ’ ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ σαφέστερον ἡ ἐπι- στολὴ διείληφεν.
ἡ μὲν γὰρ τῆς προφητείας λέ- ξις ’o ἐρχόμενος’ φησὶν ἥξει καὶ οὐ χρονίσει.’ καὶ ἐπιφέρει “ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν aὐτόͅ,” ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτο- πον. πῶς γὰρ ἐπ’ ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ’ ἡ τῆς διαστολῆς παράθεσις ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν τὴν διάνοιαν ἐσώσατο.
μετὰ γὰρ τὸ ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” ἐξῆς συνῆψε τὸ “o δὲ δίκαιος ἐκ πίστεως ζήσεται.” εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ " καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφη- τείας ὅτι δὴ τὸ φῶς τὸ πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελ- μένον διὰ τῆς Χριστοῦ παρουσίας ’ ὀψέ ποτε καὶ ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται·”