Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
δι’ ὦν σαφῶς παρίστησιν ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεὸς, ὁ μόνος ὢν, δι’ ἑαυτοῦ ὤφθη, ἀλλ’ οὐδ’ ὥσπερ τῷ Μωσεῖ, οὕτω καὶ τοῖς πατράσι δι’ ἀγγέλου, ἢ διὰ βάτου, ἢ πυρὸς, ἀλλ’ ἐν· θεῷ ἱκανῷ χρηματίζων ἐστὶν, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐ— τοῦ "ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.’ ἐν αὐτῷ γὰρ καὶ δι’ αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῦσις.
ἀλλ’ ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσι τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρραβωνιξόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι ἐν θεῷ ἱκανῷ, ἀλλ’ ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας, καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτοὺς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν.”