Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
” Εἶπε δὲ κύριος πρὸς Μωσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσι.” καὶ ἑξῆς ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδὸν, τὴν δὲ νύκτα [*](26 Exod. 19, 9. 29 Exod. 13, 21.)
v.3.p.333
ἐν στύλῳ πυρὸς, τοῦ φαίνειν αὐτοῖς.” καὶ “κατέβη κύριος ἐν στύλῳ νεφέλης.”καὶ ‘‘ἡνίκα δ’ ἂν εἰσῆλθεν Μώσης εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ, καὶ ἐώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς. καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν, ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. αὐτοῦ.”