Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὧν γένοιτο ἂν ὁ νοῦς τοιόσδε, σοὶ μὲν, (h προφῆτα, ὡς ἂν εἰσαγο- μένω καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι ἐγώ εἰμι ὁ ὢν, καὶ ὅτι τὸ ὄνομά μού ἐστι κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δ’ ἦν ὁ τοῖς πατράσιν ὀφθεὶς, καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον ἄγγελον θεοῦ ὠνομάσθαι ἐπεδείκνυμεν.
πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεὸς, ὦφθαί φησι τοῖς πατράσιν ζητήσαι ἄν τις εἰκότως. λυθείη δ’ ἂν τὸ ζητηθὲν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγο-