Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα. τὸ μὲν οὖν παρ’ αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ’ ἂν ἡμεῖς ἀρνη- θείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου ’ τοῦ γε μὴν ἀπο- κλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ, οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν.
Πρῶτον οὑν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν b χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.
στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἓλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνε δεδηλωμένα.
πῶς δ’ ὑφ’ ἕν καὶ κατὰ τὸ αὐτὸ ἐπὶ τῆς τοῦ Χριστοῦ πασουσίας λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας θεσπίζουσιν οἱ ἱεροὶ λόγοι κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. τέως δὲ ἐπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὂσων προφητειῶν ἀναλεξάμενοι.
ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν
“‘Ο δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ · καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”
Κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμὸς, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων τῶν εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμὰς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.
ὅτι δ’ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μώσεως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον.