Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις ”

καὶ πάλιν ‘‘ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή” καὶ αὖθις “ θυσία τῷ θεῷ πνεῦμα συντε- τριμμενον.”

Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκα- λίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι’ ἧς, τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος, τὸ μέλλον ἔσεσθαι καθ’ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων διὸ ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς [*](1 Es. 25, 6. 16 Ps. 50, 14. 19 Ps. 141, 2. 20 Ps. 51, 17. 28 Mal. 1, 11.)

v.3.p.72
ἔθνεσι. καὶ ἐν παντὶ τόπῳ θυμίαμα προςάγεται τῷ ὀν’ ματί μου καὶ θυσία καθαρά.”

Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ θυσίαν αἰνέσεως· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην τὴν καθαρὰν θυσίαν. θυσίαν. θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται. “καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει.”

καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς δάσκει προφήτης, ὁ φήσας, “γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.”

οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν ευχαριστίαν δι᾿ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλῳ καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ, αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιατιώτοις καὶ ἀπλάστῳ διαθέσει, δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἤ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσαις ἐπιτελουμένων πεπαιδεύμεθα.

[*](7 Ps. 50, 17. 13 Ps. 140, 2.)
v.3.p.73

Τὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἅπασιν ἄνθρωποι, προβεβλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν έν τῷ πρὸ τούτου συγγράμματι παραστήσας τε καὶ, ὡς οἶμαι, πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὐθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπαναλαβὼν τὸν λόγον ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλεστέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ’ αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προφήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστὸν, ὃν δὴ φίλον αὐτοῖς ἀποκαλεῖν σωτῆρα καὶ λυτρωτὴν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι.