Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐν ταὐτῷ δὲ συστήσαντες ὅτι μόνοις τοῖς διὰ Χριστοῦ ἐξ ἀπάντων τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ’ ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν.
Ὠς εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ προελευ- σομένῳ ἐκ διαδοχῆς τοῦ Ἰσαὰμ σπέρματι.
Ὁ δὲ κύριος τῷ Ἰσαὰμ χρηματίζων μεθ’ ἕτερα καὶ ταῦτά φησιν “καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.”
Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαακ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι’ αὐτοῦ τὸν τῶν ὅλων θεὸν, καὶ παιδευθέντα πάλιν δι’ αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται τῆς ἴσης τοῖς ὑπ’ αὐτῶν εὐλογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον οἱ εὐλογοῦντές σε εὐλόγηνται.”
Περὶ πλείστων ἐθνῶν καὶ συναγωγῶν ἐθνῶν τῶν ἐξ Ἰακὼβ συστησομένων, καίτοι μόνου τοῦ Ἰουδαίων ἔθνους ἐξ αὐτοῦ προεληλυθότος.
Εἶπεν δὲ αὐτῷ ὁ θεὸς, δῆλον δὲ ὅτι τῷ Ἰακὼβ, “ ἐγὼ κύριος ὁ θεὸς, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἒσονται.”
Κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὑν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ [*](5 Gen. 26, 3. 24 Gen. 35, 11.)
Δήλωσις τῆς κατὰ θεὸν εὐφροσύνης τῶν ἐθνῶν.
“Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοῦς πάντες ἄγγελοι θεοῦ. ’’ ἀντὶ δὲ τοῦ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ’’ ὁ ᾿Αχύλας ‘‘ἐνοπή- σατε ’’ φησὶν ‘‘ ἔθνη λαὸς αὐτοῦ. ” καὶ Θεοδοτίων “ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ.”
‘Ως τῶν περάτων τῆς γῆς καὶ τῶν ἐθνῶν ἀπάντων ἐπιστροφὴ έσται πρὸς ’τον θέον, γένεα τε ἡ ἥξουσα, καὶ λᾶος ὁ τεχθησόμενος τὴν αὐτοῦ δικαιοσύνην παραλήψεται.
“ Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”