Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας, ἢ μελίσσας, μηδὲ τὸ ξυρὸν, μηδὲ τὸν πώγωνα, μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ’ ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως.

‟Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἶ βουνοὶ, καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἴως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἶ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον μικρὸν μικρὸν γράψει ψεῖ αὐτούς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκ ἔτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ [*](10 1. Cor. 9, 9. 21 Es. 10, 17.)

v.3.p.115
ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων τέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.”

Κἀνταῦθα πρόσσχες ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησὶν, ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς. δι’ ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ τὸν τῆς Ἰερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. οἱ ’δε καταλειφθέντες οὗτοι, φησὶν, ἀριθμὸς ἔσονται·

τοῦτ’ ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ’ οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἶ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν, οἳ καὶ κατηξιώθησαν τῆς ὑπ’ αὐτοῦ γραφὴς, ὡς δηλοῖ φάσκων ὁ λόγος “καὶ παιδίον γράψει αὐτούς·” προδιδάξας ὅ τι ποτε ἦν τὸ παιδίον ἐν οἶς ἔλεγεν ‘ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν· καὶ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέμα.”

καὶ ἐπειδήπερ ἐνταῦθα παιδίον φησὶν γράψει αὐτοὺς, εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ έσται τὸ ὑπολειφθὲν ἐν Σιῶν καὶ τὸ καταλειφθὲν ἐν Ἰερουσαλὴμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν. ὥσπερ γοῦν ἐν ἐκείνοις τὸ καταλειφθὲν ὠνόμαστο, οἱ δ‘ αὐτοὶ γραφέντες ἦσαν εἰς ζωὴν, οὕτως καὶ ἐνταῦθα οἱ καταλειφθέντες ἀέ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς.

τοῦτο δὲ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ, καὶ οἱ

v.3.p.116
διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι, φησὶν, ἔσονται ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιδότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ.

καὶ ὅρα γε εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἶ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες, οἱ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόδτολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἢ τῶν ἀρχόντων τοὐ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτοὺς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεὸν,

(ἐπείπερ κατὰ τὴν προφητείαν πεποιθότες ἦσαν ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἐν ἀληθείᾳ, οὐ γὰρ ὑπούλως, οὐδὲ μεθ’ ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι) οὐ μόνον προηλθον τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον. τεθειμένον.

τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε, πεποιθὸς ἐπὶ θεὸν ἰσχύοντα, καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν γενομένου ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ’ οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπὼν “Hσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.”

δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης, τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐ- [*](12 Es. 10, 20.)

v.3.p.117
ρανίοις φωστῆρσιν, οἶοι ἦσαν οἱ πάλαι, οἱ προφήται καὶ οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἶς ἐμαρτύρησεν εἰπὼν, ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων.

εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος, ἐπὰν τὸ πὰν πλῆθος τῶν υἱῶν Ἰσραὴλ ἐκπεσούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς ὅλον δι’ ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται· σεται· περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται.

ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ’ ὅλης τῆς οἰκουμένης ποιήσῃ, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰῶσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο.

“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. καὶ ἔσται έν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοὐ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ αὐτοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.”

[*](19 Es. 11, 10.)
v.3.p.118

Πολλάκις τινῶν λεγομένων ἔσεσθαι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ’ ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἐπεδείξαμεν, καθ’ ἣν τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου σπανίους τινὰς σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἶ θεῖοι δηλοῦσι λόγοι.

ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρίστησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ Δαβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ· λέγει δὲ οὕτως

“ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἶ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἶ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.”

Λίβανον δὲ ἐνταῦθα τὴν Ἱερουσαλὴμ αἰνίττεται, ὡς ἐν ἑτέροις ἀπεδείξαμεν, ἣν μετὰ πάντων τῶν ἐν αὐτῇ σεμνῶν καὶ ἐνδόξων πεσεῖσθαι ὁ λόγος ἀπειλεῖ. καὶ ταῦτά γε προανατεινάμενος ἑξῆς ἐπιλέγει “ καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκτῆς ῥίζης ἀναβήσεται,’ καὶ τὰ ἐξῆς.