Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ, πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ, γένεσιν τοῦ χριστοῦ παριστὰς, ἐφ’ ᾑ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι’ αἰνίματος προφητικῷ τρόπῳ ἀναφωνεῖ. τὸ γὰρ “συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται,” καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ [*](13 Es. 10, 33. 22 Es. 11, 1.)
τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνό- τερον διδάσκει φάσκων “ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας.”
Καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφητικὸς λόγος ἐπιλέγει καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.”
Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτέ μὲν κεκαλυμμένως, τοτὲ δὲ μυμνῶς, εἰκότως αὖθις ἐπαναλαμβάνων τὸν λόγον τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόν- των μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. “ἔσται μὲν γὰρ (φησὶν) ἀνιστάμενος ἄρχειν ἐθνῶν.”
τίς δ’ ἦν ὁ ἀνιστάμενος ἀλλ’ ἢ ῥίζα τοῦ Ἰεσσαὶ, ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν, ἀλλ’ οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων “καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ;’ τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶνδε καὶ τῶνδε τῶν πολεμίων.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας πε- [*](4 Es. 11, 9.)
νοήσεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς, ἤτοι δαίμονας πονηροὺς ἤ δυνάμεις ἀντικειμένας τῷ λόγῳ, θεωρήσας, οἵ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον ἀοράτως προεστῶτες τὰς ψυκὰς ἐπολιόρκουν τοῦ Ἰσραὴλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποςύροντές τε καὶ αἰχμαλωτίζοντες εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλσφύλων ἀγωγῆς βίον.
Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλουμένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα αὐτοῦ γενηςόμενοι, κατὰ τὸ φάσκον λόγιον “προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ.
τί δὲ προσθήσει κύριος; ἀλλὰ γὰρ πρὸς οἷς ἅπαξ ἐπεδείξατο πάλαιπρότερον, διὰ τῶν προφητῶν προςἐγενήθη χεὶρ κυρίου καὶ τούτοις ὡς ἄν διασωθεῖσιν ἀπὸ τῆς πτώσεως τοῦ παντὸς λαοῦ τὰ λείποντα τοῖς προτέροις προσθήσειν. ταῦτα δὲ ἦν τὰ τῇς καινῆς διαθήκης μυστήρια, διὰ τῆς χειρὸς τοῦ κυρίου δεδειγμένα τῷ καταλειφθέντι ἀπὸ τοῦ λαοῦ. “ἀλλὰ καὶ τοῦ ζηλῶσαι (φηςὶν) τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ.”
ἀνθ’ οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων “τοῦ κτήσασθαι (φηςὶν) τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὅ ἄν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸπ τῶν λοιπῶν πολεμίων ἐθνῶν.” τοῦτο δὲ τὸ
σαφῶς δι’ αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πάσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, καὶ συνάξει δι’ αὐτῶν τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας εἶναι λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα.
τρόπος δὲτοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ.
τὸ τοίνυν λεῖμμα κατ’ ἐκλογὴν χάριτος, καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἔνα λαὸν συνῆξε τῷ θεῷ, τὸν ἐκ τῶν τεσσάρων πτερύγων γῶν τῆς γῆς εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.
οὗτοι δὲ αὐτοὶ οἶ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαὶ ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν.
κατηρτισμένοι γοῦν τῷ αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ, οὐ μόνον τὴν ἤπειρον, ἀλλὰ καὶ τὰς νήσους διῆλθον [*](15 Rom. 11, 5.)
Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύμα- τος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλέον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις.
“Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τἀς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον 5 καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.”
καὶ ἑξῆς ἐπι- λέγει λέγει “καὶ ἔσονται οἱ καταλελειμμένοι καταλελειμμίνοι φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον.”