Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ τὸ ὄρος κυρίου πάσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ ἐφ’ οὗ πάντα τὰ ἔθνη συνιόντα φασὶν ’δε τε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ·” τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν· ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθήρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ ἅγιοι κλη- θήσονται τοῦ θεοῦ δοῦλοι.
δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ ριτομῇ εἰς αὐτὸν πεπιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους.
ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ δηλονότι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλὴμ”, δι’ οὓς καὶ εἰκότως ἀπὸ τῆς Ἱερουσαλὴμ λῆμ’ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας ὑπὲρ [*](21 Es. 4, 2.)
καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ’ ἣν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσι, καὶ τὰς τῆς καινῆς διαθήκης δι’ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι φησάσῃ ἐμφανῶς ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ ὡς ἄρα τὸ καταλειφθὲν ἐν Σιῶν καὶ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται οἶ γραφέντες εἰς ζωήν; ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα ἐν βουλῇ μετὰ δόξης”, ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως εἰς δύναμιν καὶ δόξαν ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”
καὶ αὐτό γε τὸ γεγενημένον “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτων μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ [*](7 Ps. 19, 4. 23 Ps. 68, 11. 25 Es. 6, 9.)
Oqu δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἶ κατα- καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγον- λέγονται. εἷεν δ’ ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μα- θῆταί ἐξ Ἑβραίων, εἰς πάντας ἀνθρώπους προελθόν- τες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύ- χουν προσήνεγκαν τὸν καρπὸν, τὰς καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας· καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιτούτους μὲν πληθυνθήσεσθαι μό- νοῦς καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώ- σεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι.
^ri yi] γὰρ αὐτῶν, φησὶν, καταλειφθήσεται ἔρη- ’μὸς. τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ ἡ yrj ὑμῶν ἔρημος, αἶ πό- λεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν.”
πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆ- ρος ἡμῶν; ἴως μὲν γὰρ οὐδέπω τὰς κατ’ αὐτοῦ τε- τολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ yrj αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι’ ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπι- σεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπὼν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, ἐξ ἐκείνου καὶ οὐ μετ’ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸῬωμαίων εἰς ἔρη- μον κατέστησαν.
καὶ τὸ γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σα-
πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἔτι φησὶν ἐπ’ αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι τὸ ἐπιδέκατον, καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. παρίστησι δὲ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν βαίνειν ἐπιτρέπεσθαι. τοῦτο δ’ οὖν αἰνιττόμενός φησιν ‟καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.”
“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται [*](6 Es. 6, 10. 17 Es. 6, 13. 29 Es. 7, 21.)
Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητή- σὰς εὕροις ἂν αὐτὸν τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν” πλεῖστα διὰ μέσου θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ’ ἔστιν ἀμφὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων.
δυνάμεις γὰρ ἀοράτους καί τινας ἐχθροὺς καὶ πολεμίους, μυίας καὶ μελίσσας νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθκι τῇ τῶν Ἰουδαίων χώρᾳ φησὶν, καὶ τὸν κύριον ξυρῷ τῶν πολεμίων, ὡς ἂν μεγάλου σώματος, τοῦ Ἰουδαίων ἔθνους τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν.
τούτων δ’ ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ’ ἔστιν ἅπαντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν δάμαλιν βοῶν καὶ δύο πρόβατα προφητεύει, ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα φάγεσθαι βούτυρον καὶ μέλι· νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.
ὧν ἕκαστος ἐν αἷς σὺν τῇ τοὐ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ’ ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ’ ἤδη διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις [*](5 Es. 7, 14.)
ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ὴγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων
μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι’ ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.”