Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ αὖθις δὲ ὑποβὰς λέγει “τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν·
σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς, τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, δι’ ὃν καὶ μεθ’ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα.
“Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.”
Καὶ τί δ’ ἂν γένοιτο τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπὼν πάντες οἱ γραφέντες εἰς Ἰερουσαλὴμ καὶ οἶ κληθέντες ἅγιοι.” τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται.
ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, [*](2 Es. 1, 15. 3 Es. 3, 9. 13 Es. 4, 2.)
Περιγράψας δὲ ἐνταῦθα τὴν κατ’ αὐτῶν πρόρρησιν ὑποστολῆ̣ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν Αμὼς, τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ιερουσαλὴμ, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλήμ. ἴσως τις ὑπο- λήψεται λήψεται περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν.
ἀλλ’ οὐκ ἂν ταῦτα ἐπιτρέψειε φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἰερουσαλὴμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπὰς, καὶ τὸ πᾶσι σωτήριον κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὅρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.
λέγει δ’ οὖν μετὰ τὸ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυ- [*](3 Es. 1, 30. 12 Es. 2, 1. 30 Es. 2, 2.)
Καὶ περὶ μὲν τῶν ἐθνῶν ἀπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἐξῆς οἷα ἐπιλέγει ἄκουε ‘ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.
ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτόν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν,” καὶ τὰ ἐξῆς τούτων ὄντα ὄντα πλείω, οἷς ἐπιφέρει “καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄυθρωπος, καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου δόξης αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
Δι’ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους.
περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἔπι πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,’ καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ· ‘‘ὑψωθήσεται κύριος ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια·”
μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπε-
καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν, διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν.
ἰδίως δὲ αὐθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει “ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν·” καὶ τὰ τούτοις ἑξῆς.
ἔνθα ἐπιστήσας παράθες τὰ προλεγόμενα τῆς προφητείας δι’ ὧν εἴρηται “ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ,” ὡς μᾶλλον κατ’ αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς.
πῶς γὰρ μέλλων ἀφαιρεῖν ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ ἔσεσθαι τὰ θεσπιζόμενα πῶς δὲ ὑπὲρ αὐτῶν ἐστι καὶ τὰ ἐξῆς αὖθις λεγόμενα “ἀνεῖται Ἱερουσαλμὴμ, καὶ ἡ Ἰουδαία καὶ αἶ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες.”
[*](29 Es. 3, 8.)