Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ ἑξῆς ἐπιλέγει. “ ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.” σαφῆ ταῦτα, οὐδ’ ἑρμηνείας δεόμενα.
Εὐσεβείας ὁμοῦ καὶ σωφροσύνης ἀπαγγελία τοῖς ἔθνεσι, καὶ θεοῦ βασιλεία ἐπὶ τὰ ἔθνη.
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλά- [*](6 Deut. 32, 4.3. 17 Ps. 21, 27. 28 Ps. 46, 1.)
καὶ ἑξῆς ἐπιλέγει “ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ ᾿Αβραάμ. ” καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα.
“ Οὐκ ἔστιν ὅμοιός σοι ἐνθέοις, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἰ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος.” ὁμοίως καὶ ταῦτα σαφῆ. ἡ. ψαλμοῦ ἦε.
Δήλωσις πάντων τῶν ἐθνῶν εὐσεβείας καὶ ᾄσματος καινοῦ, καὶ βασιλείας θεοῦ, καὶ οἰκουμένης κατόρθωσις.
“Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.’
καὶ ἐπιλέγει “ ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. καὶ ἑξῆς “ εἴπατε έν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην.
[*](10 Ps. 85, 8. 19 Ps. 95, 1.)Πάντων τῶν ἐθνῶν, καὶ τῶν παρὰ πάντας δεισιδαιμονεστάτων Αἰγυπτίων, τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ καὶ τῆς κατὰ τὸν θεῖον νόμον πνευματικῆς λατρείας τε καὶ ἑορτῆς ἐπίγνωσις.
“ Καὶ ἔσται, ὅσοι ἄν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι 5 καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ, προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται.