Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πῶς δ’ ὑφ’ ἕν καὶ κατὰ τὸ αὐτὸ ἐπὶ τῆς τοῦ Χριστοῦ πασουσίας λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας θεσπίζουσιν οἱ ἱεροὶ λόγοι κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. τέως δὲ ἐπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὂσων προφητειῶν ἀναλεξάμενοι.

ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν

v.3.p.75
εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προüπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας.

  • ἁ. ’ Απὸ τῆς Γενέσεως.
  • Ὡς εὐλογηθήσονται τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ προσηγορίας.