Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“‘Ο δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ · καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”
Κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμὸς, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων τῶν εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμὰς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.
ὅτι δ’ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μώσεως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον.