Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πρῶτον οὑν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν b χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.

στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἓλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνε δεδηλωμένα.