Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγορεύειν φίλον, ὁμοίως κἀ- κεῖνοι γνόντες ἐμαρτυρήθησαν · οἵ γε καὶ πολὺ δια- φερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώθησαν.
ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μώσης τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι [*](7 Job. 1,21. 14 Job. 9, 4.)
λέγει δ’ οὖν αὐτοῖς ῥήμασι “καὶ ἐπορεύθη ‘ Ιακὼβ εἰς Χαρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον ἐπ’ αὐτήν.
ὁ δὲ κύριος ἐπε- στήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς ‘ Αβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς ‘ Ισαάκ· μὴ φοβοῦ, ἡ γῇ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς.”
Οἷς ἑξῆς ἐπιλέγει “ καὶ ἀνέστη ‘ Ιακὼβ τὸ πρωὶ; καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην.”
Εἶτα προιὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶ γοῦν ὁ ‘ Ιακὼβ καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὓπνον, ‘ Ιακώβ · ἐγὼ δὲ εἶπα, τί ἐστίν ;”
καὶ “ ἑώρακα, φησὶ, πάντα ὅσα λαβὰν ποιεῖ σοι. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εύ- χήν.”
17, ‘Ο δ’ αὐτὸς οὗτος καὶ τῷ ‘ Αβραὰμ παραφανεὶς θεὸς [*](7 Gen. 28, 10. 19 Gen. 31, 11.)
ἀλλὰ καὶ τῷ Ἰὼβ οὐδένα ἢ τοῦτον εἶναι τὸν χρηματίσαντα μετὰ τὴν αὐτάρκη διαγυμνασίαν οὐ θεμιτὸν εἰπεῖν. πρότερον μὲν γὰρ διὰ λαίλαπος καὶ νεφῶν ἐπιφανεὶς αὐτῷ τὸν τῶν ὅλων θεὸν ἑαυτὸν ὄντα παρίστη, προιὼν δὲ ἐξῆς ἑαυτὸν ἐπιδείκνυσι, ὣστε φάναι τὸν Ἰὼβ ‘‘ἂκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἀκοὴν μὲν φωνῆς ἤκουόν σου τὸ πρὸτερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε.”
Εἰ δὲ μὴ οἶόν τε τὸν ἐπέκεινα θεὸν, τὸν ἀό- ρατον καὶ ἀγέννητον καὶ παμβασιλέα τῶν ὅλων, θνητῆ̣ φάναι θεωρεῖσθαι φύσει, τίς ἂν ὁ δηλούμενος εἴη πλὴν τοῦ πρὸς ἡμῶν μετὰ τὸν πατέρα κυριολογουμένου θεοῦ λόγου; καὶ τί δεῖ πλείονα περὶ τούτου συναγαγεῖν, παρὸν ἐκ τῶν ἱερῶν βίβλων τὰς τούτων συστάσεις λαμβάνειν, ἃς καὶ αὐτοὶ κατὰ τὴν προκει- μένην ὑπόθεσιν ἐπὶ σχολῆς ἀναλεξόμεθα, εἰς ἀπόδει- ξιν τοῦ μηδὲ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν τοῖς θεοφιλέσι προπάτορσιν ἑωραμένον;