Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οὐκοῦν μετὰ τὴν περὶ τοῦ τῶν ὅλων δημιουργοῦ δημιουργοῦ καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται · ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μώσεως θεοφιλεῖς, ὥσπερ οὑν ἡμᾶς Χριστιανοὺς, εὕροις ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπά- κουσον ὥς φησι περὶ αὐτῶν ἐν Ψαλμοῖς τὸ λόγιον ‘ έν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἂν- [*](9 Gen. 42, 4. 27 Ps. 105, 12.)
ταῦτα γὰρ ἐπὶ τοῦ ‘Αβραὰμ καὶ τοῦ ‘Ισαὰκ καὶ τοῦ ‘Ιακὼβ ἀνειρῆσθαι ἡπᾶσα σύμφρασις τοῦ λόγου παρίστησιν· ὣστε καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας ἡμῖν ὁμοίως ἐκοινώνουν.
‘Αλλὰ καὶ ὁ κατ’ ἀρετὴν βίος ἥ τε κατὰ εύδέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσἐα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος.
οὔγ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ’ ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μώσης εἰσάγει ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάβ- βατον τί ποτ’ ἐστὶν εἰδότα, οὐδ’ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μώσεως παρηγγελμένων ἐπαίοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ ὢ εὐαγγέλιον βιοῦντα.
πλὴν ἀλλ’ ὅμως ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου φησὶν αὐτὸν ὁ Μώσης γεγονέναι, καὶ τοῦ ‘ Αβραὰμ κρείττονα. εἰσῆκται γοῦν τὸν ‘ Αβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν.
οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ‘ Ιουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ’ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μώσεως. διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.
καὶ πρό γε τούτου ὁ ‘ Ενὼχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ
πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως, καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας, καὶ διὰ μόνου τοῦ κατ’ ἀρετὴν βίου δείκνυται Χριστιανικῶς, ἀλλ’ οὐχὶ Ἰουδαικῶς βεβιωκώς.
μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τἀς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μώσεως διαταγῆς πεφυλαγμένος. λέγει δ’ οὖν πρὸς τὸν Ἰσαὰκ ὁ χρηματίζων θεός “ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευÁογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν ‘ Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου.