Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μώσεως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης οὕτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδα- μόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι [*](15 Matth. 28, 19.)

v.3.p.29
μέλλοντας, μήτ’ ἀπὸ χώρας μήτ’ ἀπὸ γένους μήτ’ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον.

τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μώσεως εὐσέβειαν ἀνα- νεούμενος, καθ’ ἣν ὁ θεοφιλὴς ‘ Αβραὰμ καὶ οἶ τού- του προπάτορες δείκνυνται πεπολιτευμένοι.

εἰγοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἴνα καὶ τὸν αὐτὸν εὑρήσεις.

ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ’ ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαν- τες, ἐφ’ ἔνα τὸν ἀνωτάτω θεὸν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, ἑαυτοὺς ἀνήγαγον.

ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μώσης ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν ‘ Αβραὰμ ἀναγράφων φάσκοντα ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν.”

Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδὲκ, ὃν δή φησιν ἱερέα γεγονέναι τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν ‘ Αβραὰμ ὧδέ πως εὐλογοῦντα “ εὐλογημένος ‘Αβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γὴν.”

Εὕροις δ’ ἂν καὶ τὸν Ἑνὼχ καὶ τὸν Νῶε δικαιωθέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ ‘ Αβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ ‘ Ιὼβ, ἄνθρωπος [*](21 Gen. 14, 22. 25 Gen. 14, 19.)

v.3.p.30
δίκαιος 5 ἀληθινὸς, ἄμεμπτος . θεοσεβὴς . ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος . πρὸ τῶν Μώσεως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι’ ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχὼν μέγιστον εὐσεβοῦς ϋπόδειγμα δεῖγμα τρόπου καὶ τοῖς μετ’ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον “ γυμνὸς ἐξὴλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι · ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.”

Καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνὰς, ἃς προιὼν ὁ αὐτὸς διασαφεῖ δι’ ὧν φησι “ σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἶ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος.

Εἰ δὴ οὖν τοῦτον αὐτὸν ἐκεῖνον τῶν πάλαι καὶ πρὸ Μώσεως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἒθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενήμεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μεταοχόντες δῆλον ὡς καὶ τῆς εὐλογίας μεταλη- ψόμεθα.