Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπὼν “ ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσε τῆς δεήσεως μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος. καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ θεῷ ἡμῶν.’

καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει διασαφεῖ λέγων ἑξῆς “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ [*](9 Gal. 3, 13. 13 2. Cor. 5, 21. 23 Ps. 40.)

v.3.p.70
κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ νὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίον γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσι, ὁ θεὸς, τὸ θέλημά σου ἐβουλήθην.” καὶ έπιλέγει “εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλη.”

Ἅντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἕνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὸ καταρτισθὲν αὐτου σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἅν μέγα μυστήριον ἐν κεφαλίδι βιβλίου τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον. τούτου δῆτα τοῦ θύματος τὴν τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν “ἡτοίμασας ἐνώπιόν μου τράπεξαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας b ἐν έλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον.”

Διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπεζης θύματα, δι’ ὦν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αύτοῦ δεδιδάγμεθα.

τοῦτο δὲ αὐτὸ καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. λἐει δ’ οὖν ὦδε καὶ αὐτὸς “κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὅνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα.

καὶ τίνα ταῦτα ὡς άληθῶς [*](16 Ps. 22, 5. 28 Es, 25, 1.)

v.3.p.71
θαυμάσια διασαφεῖ, λέγων ἑξῆς‘ ποιήσει Σαβαὼθ πάσι τοῖς ἔθνεσι. πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

Τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα ’ ὅθεν ὃθεν τὼς παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. ἀλλὰ καὶ οἴνου τοῖς ἒθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χρι- στοῦ διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτε- λεῖται.