Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἶ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μώσεως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μώσεως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοὐ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μώσεως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ’ ὑπὲρ τῶν μὴ ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μώσεως νόμῳ. ”
διό φησιν ὁ ἀπόστολος “ Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ” καὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.”
Τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὁ δὴ καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀρνίον ἀγόμενον τοῦ θύεσθαι, ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι’ ἡμὰς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων “ πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἥκουσαν.’
ἡμεῖς δὲ τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς [*](16 Gal. 3, 13. 18 2. Cor. 5,21. 27 Mattli 13, 17.)
μόνος δ’ οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ, προκόσμιος καὶ ἀρχιερεὺς πάσης νοερὰς καὶ λογικῆς κτίσεως, ’τον ἡμῖν ὁμοιοπαθῆ, οἶα πρόβατον καὶ ἀμνὸν, ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μώσεως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μώσεως ἀνειπόντος “ ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ” τοῦτο πέπονθεν αὐτὸς δι’ ἡμᾶς γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι’ ἡμὰς ποιήσας.
ἐπεὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, πάσας τε αὐτῷ δι’ ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθεὶς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγὰς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον.
μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετοντῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσ- φέρειν.