Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

διόπερ ἐπαξίως ἡ ὑμετέρα “πόλις θεῶν ἀθανάτων ἵδρυμά τε καὶ οἰκητήριον ἂν “ἐπικαλοῖτο· πολλοῖς γοῦν παραδείγμασι καταφαίνεται “τῇ τῶν οὐρανίων θεῶν αὐτὴν ἐπιδημίᾳ ἀνθεῖν.

ἰδοὺ τοίνυν ἡ ὑμετέρα πόλις, πάντων τῶν ἰδίᾳ “διαφερόντων αὐτῆς ἀμελήσασα, καὶ τὰς πρότερον “τῶν ὑπὲρ αὐτῆς πραγμάτων δεήσεις παριδοῦσα, ὅτε “πάλιν ᾔσθετο τοὺς τῆς ἐπαράτου ματαιότητος γεγονότας “ἕρπειν ἄρχεσθαι, καὶ ὥσπερ ἀμεληθεῖσαν “καὶ κεκοιμημένην πυρὰν ἀναζωπυρουμένων τῶν “πυρσῶν μεγίστας πυρκαιὰς ἀναπληροῦσαν, εὐθέως “πρὸς τὴν ἡμετέραν εὐσέβειαν, ὥσπερ πρὸς μητρόπολιν “πασῶν θεοσεβειῶν, χωρίς τινος μελλήσεως “κατέφυγεν, ἴασίν τινα καὶ βοήθειαν ἀπαιτοῦσα·

ἥντινα διάνοιαν σωτηριώδη διὰ τὴν πίστιν τῆς “ὑμετέρας θεοσεβείας τοὺς θεοὺς ὑμῖν ἐμβεβληκέναι “δῆλόν ἐστιν· ἐκεῖνος τοιγαροῦν ἐκεῖνος ὁ ὕψιστος “καὶ μέγιστος Ζεὺς, ὁ προκαθήμενος τῆς λαμπροτάτης “ὑμῶν πόλεως, ὁ τοὺς πατρῴους ὑμῶν θεοὺς “καὶ γυναῖκας καὶ τέκνα καὶ ἑστίαν καὶ οἴκους ἀπὸ

v.4.p.427
πάσης ὀλεθρίου φθορᾶς ῥυόμενος, ταῖς ὑμετέραις “ψυχαῖς τὸ σωτήριον ἐνέπνευσε βούλημα, ἐπιδεικνὺς καὶ ἐμφαίνων ὅπως ἐξαίρετόν ἐστι καὶ λαμπρὸν καὶ σωτηριῶδες μετὰ τοῦ ὀφειλομένου σεβάσματος τῇ θρησκείᾳ καὶ ταῖς ἱεροθρησκείαις τῶν ἀνθανάτων θεῶν προσιέναι.

τίς γὰρ οὕτως ἀνόητος ἢ νοῦ παντὸς ἀλλότριος εὑρεθῆναι δύναται ὃς οὐκ “αἴσθεται τῇ φιλαγάθῳ τῶν θεῶν σπουδῇ συμβαίνειν μήτε τὴν γῆν τὰ παραδιδόμενα αὐτῇ σπέρματα ἀρνεῖσθαι, τὴν τῶν γεωργῶν ἐλπίδα κενῇ “προσδοκίᾳ σφάλλουσαν, μηδ’ αὖ ἀσεβοῦς πολέμου “πρόσοψιν ἀνεπικωλύτως ἐπὶ γῆς στηρίζεσθαι, καὶ “φθαρείσης τῆς τοῦ οὐρανοῦ εὐκρασίας αὐχμῶντα “τὰ σώματα εἰς θάνατον κατασύρεσθαι, μηδὲ “ἀμέτρων ἀνέμων πνεύμασι τὴν θάλασσαν κυμαίνου- “σαν κορυφοῦσθαι, μηδέ γε καταιγίδας ἀπροσδοκή “τους καταρρηγνυμένας ὀλέθριον χειμῶνα “ ρειν, ‘ρειν, ἔτι τοίνυν μήτε τὴν τροφὸν “μητέρα γῆν, ἀπὸ τῶν κατωτάτω λαγόνων ἑαυτῆς “ἐν φοβερῷ τρόμῳ καταδυομένην, μηδέ γε τὰ ἐπι- “κείμενα ὄρη χασμάτων γινομένων καταδύεσθαι, “ἅπερ πάντα καὶ τούτων ἔτι χαλεπώτερα κακὰ “τούτου πολλάκις γεγονέναι οὐδεὶς ἀγνοεῖ.