Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ “ταῦτα σύμπαντα διὰ τὴν ὀλέθριον πλάνην τῆς ὑπο- “κένου ματαιότητος τῶν ἀθεμίτων ἐκείνων ἀνθρώ- “ πων ἐγίνετο, ἡνίκα κατὰ τὰς ψυχὰς αὐτῶν ἐπεπό- “λαξε “λαζε καὶ σχεδὸν εἰπεῖν τὰ πανταχοῦ ‘αἰσχύναις ἐπίεζε.”

τούτοις μεθ’ ἕτερα ἐπιλέγει “ ἐφοράτωσαν ἐν τοῖς πλατέσιν ἤδη πεδίοις ἀνθοῦντα “τὰ λήϊα καὶ τοῖς ἀστάχυσιν ἐπικυμαίνοντα, καὶ τοὺς “λειμῶνας δι’ εὐομβρίαν φυτοῖς καὶ ἄνθεσι λαμπο- ‘μένους, καὶ τὴν τοῦ ἀέρος κατάστασιν εὔκρατον

v.4.p.428
“καὶ πραοτάτην ἀποδοθεῖσαν·

χαιρέτωσαν “πὸν ἅπαντες διὰ τῆς ἡμετέρας εὐσεβείας, “γίας τε καὶ τιμῆς τῆς τοῦ δυνατωτάτου καὶ “τατοῦ Ἄρεως δυνάμεως ἐξευμενισθείσης, καὶ διὰ “τοῦτο τῆς εὐδιεινοτάτης εἰρήνης βεβαίως μεθ’ ‘χίας ἀπολαύοντες ἡδυνέσθωσαν· καὶ ὅσοι τῆς τυφλῆς ἐκείνης πλάνης καὶ περιόδου παντάπασιν ἀποστάντες εἰς ὀρθὴν καὶ καλλίστην διάνοιαν ἐπα- “νῆλθον, μειζόνως μὲν οὖν χαιρέτωσαν, ὡσὰν “χειμῶνος ἀπροσδοκήτου ἢ νόσου βαρείας σθέντες, καὶ ἡδεῖαν εἰς τοὐπιὸν ζωῆς ἀπόλαυσιν “καρπωσάμενοι.

εἰ δὲ τῇ ἐπαράτῳ αὐτῶν μα- “ταιότητι ἐπιμένοιεν, ἐν πολλῷ πόρρωθεν τῆς ὑμε- “τέρας πόλεως καὶ περιχώρου, καθὼς ἠξιώσατε, “ἀποχωρισθέντες ἐξελαθήτωσαν, ἵν᾿ οὕτως, κατ’ ἀκολουθίαν τῆς ἀξιεπαίνου ὑμῶν περὶ τοῦτο σπου- “δῆς, παντὸς μιάσματος καὶ ἀσεβείας ἡ ὑμετέρα πόλις κατὰ τὴν ἔμφυτον αὐτῇ πρόθεσιν ‘μετὰ τοῦ ὀφειλομένου σεβάσματος ταῖς τῶν ἀθανά- “των θεῶν ἱερουργίαις ὑπακούοι.