Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. VII, 9] Ἀνὰ μέσας γέ τοι τὰς πόλεις, ὃ μηδὲ ἄλλοτέ ποτε, ψηφίσματα πόλεων καθ’ ἡμῶν καὶ βασιλικῶν πρὸς ταῦτα διατάξεων ἀντιγραφαὶ στήλαις ἐντετυπωμένα χαλκαῖς ἀνωρθοῦντο, οἵ τε παῖδες ἀνὰ τὰ διδασκαλεῖα Ἰησοῦν καὶ Πιλάτον καὶ τὰ ἐφ’ ὕβρει πλασθέντα ὑπομνήματα διὰ στόματος κατὰ πᾶσαν ἔφερον ἡμέραν. ἐνταῦθά μοι ἀναγκαῖον εἶναι φαίνεται αὐτὴν δὴ ταύτην τὴν ἐν στήλαις ἀνατεθεῖσαν τοῦ Μαξιμίνου γραφὴν ἐντάξαι (ἵν᾿ ὁμοῦ τῆς τε τοῦ ἀνδρὸς θεομισείας ἡ ἀλαζὼν καὶ ὑπερήφανος αὐθάδεια φανερὰ κατασταίη, καὶ τῆς παρὰ πόδας αὐτ’ ὂν μετελθούσης ἱερᾶς δίκης ἡ ἄυπνος κατὰ τῶν ἀσεβῶν μισοπονηρία, πρὸς ἧς ἐλαθεὶς οὐκ εἰς μακρὸν τἀναντία περὶ ἡμῶν ἐβουλεύσατό τε καὶ δι᾿ ἐγγράφων νόμων ἐδογμάτισε), τοῦτον ἐπ’ αὐτῶν λέξεων ἔχουσαν τὸν τρόπον·
“Ἤδη ποτὲ ἡ ἀσθενὴς θρασύτης τῆς ἀνθρωπίνης διανοίας ἴσχυσε, πᾶσαν πλάνης ἀμαυρότητα καὶ ὀμίχλην ἀποσεισαμένη καὶ ἀνασκεδάσασα, ἥτις
ὅπερ πρᾶγμα ἄπιστόν ἐστιν “εἰπεῖν, ὅπως κεχαρισμένον, ὅπως τε ἥδιστον καὶ “προσφιλὲς ἡμῖν γέγονεν, ὡς μέγιστον δεῖγμα τῆς “θεοφιλοῦς ὑμῶν προαιρέσεως δεδωκέναι·
ὁπότε καὶ “πρὸ τούτου οὐδενὶ ἄγνωστον ἦν, ὁποίας παρατηρήσεως “καὶ θεοσεβείας πρὸς τοὺς ἀθανάτους θεοὺς “ἐτυγχάνετε ὄντες, οἶς οὐ ψιλῶν καὶ ὑποκένων· ῥημάτων “πίστις, ἀλλὰ συνεχῆ καὶ παράδοξα ἔργων “ἐπισήμων γνωρίζεται.