Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ᾿ αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτικὴ, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ᾿ ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ

  • ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,
  • ὃν θυσίαις τιμᾶθ᾿ ὡς ουκέτι θνητὸν ἐόντα.
  • μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι, ἀλλ᾿ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι·

    εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο.

    πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτικὴ, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν᾿ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μὲν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί.

    οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικα-

    v.1.p.266
    τενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν.

    ἀλλ᾿ οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν.

    οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ᾿ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ᾿ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων

    εἰς πάτρην φυγάδας κατάγων Δήμητρ᾿ ἀπαμήσεις.

    ἀλλ᾿ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν.

    πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοὶ, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως

  • ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γῆν ἀναρώσεις.
  • οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότε- ρον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. ἀλλ᾿ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτὴν, αἰτια-

    v.1.p.267
    σάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἶ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γινομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἂν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια , λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους , οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἡττον ἢ οὓς οἶ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν ’ οὐχ ἡττον ἴσως , ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι , ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα.

    ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, σθα, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν ᾖ ὥσπερ χρηστήριον Δελφικὸν, οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.’

    Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἶ περὶ ὧν ὁ λόγος.

  • “ οὗτος ἀνὴρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
  • Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου.
  • οὐκοῦν καὶ οἱ τύραννοι , οὐ μόνον οἶ τῶν τυράννων ἐπίβουλοι,
  • Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει,
  • καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας.

    πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φαλαρὶς ὄλβιός , ὁμότροπος ὢν Κυψέλῳ ; ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν

  • εὐδαίμων Φαλαρὶς καὶ Μελάνιππος ἔφυ ,
  • θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας.
  • v.1.p.268

    ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Θαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ῂκίσατο μὲν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε ’ Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλαρίδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. ἀλλ’ εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω

  • ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώιον ἔσται
  • φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον.
  • θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διωνύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονυσίοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς.

    τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ , οὐκ ἀθάνατοι , ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακὸν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὂλυμπον, ὅθι, φασὶ, θεῶν ἶδος ἀσφαλὲς αἰεί.

    καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας ὥστ’ ’ ἐλάινον κορμὸν θεῶσαι ’ ὃν οἶ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι , καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἂν, μὰ τον Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις.

    ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν

    v.1.p.269
    ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοὶ, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετὲς, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπεικτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύ- χην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ᾿ αὐτὴν ἐπέρρωσέ τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη.’

    Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ᾿ ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.

    Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου, καὶ τῆς θείας δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς, καὶ οὐ δι᾿ ἄλλης, τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτισάντων τε καὶ λυμηναμένων δαιμονικῶν φαντασμάτων ἐλευθερία πᾶσιν ὑπῆρχεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν

    v.1.p.270
    μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων, φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι δαίμονες δειχθεῖεν.