Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
σκέψαι δ᾿ οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος, ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ᾿ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται.
οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτοὺς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ᾿ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτοὺς, εἰ μὴ τὰ καθ᾿ εἱμαρμένην, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος, ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ὧδε λέγων πρὸς λέξιν
“Ἃ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.”
Εἶθ᾿ ἑξῆς ὑποβάς φησιν
“Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνὴ, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δ᾿ οὕτως
ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ I. ""^ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιρα-
καὶ ἑξῆς , οἶς ἐπιλέγει
καὶ μεθ’ ἕτερα
ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται , ἀλλ’ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς μαθηματικῶν λόγους , ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδείκνυσθαι.
θέα δ’ ὡς καὶ τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν, ἱν , οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ’ ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις.
“ Οὓτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ b τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη
εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν
Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν
εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ , τά τε ἱερὰ αὐτῶν δώματα δάμναται ζαπύροις πωτήμασι , τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνη-
τί δὲ δεῖ λοιβῆς τε κνίσης τε καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ’ οὐδὲν ἧμας ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ τῶν ἀγαθῶν δο- τῆρας οἴεσθαι χρῆν αὐτοὺς, ἀλλ’ ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν.
εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον , ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν ἀνάγκην θεραπευτέον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν φροντίσαντας τῶν θεῶν, μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων.
εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς, καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος,
Δεηθέντος γάρ τινος καταδέξασθαι θεὸν,
δι’ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. ”
Ταῦτά σοι ὁ Πορφύριος , οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν ; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ.
“ ‘Αλλ’ ἤδη καὶ τὴν γνῶσιν τῆς φορὰς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις , καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων ’ ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες. ”