Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
λέγει δὲ οὐκ ἄνθρωπος , ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ
τί ποτ’ οὖν ἦν τοῦτο δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς , ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς ; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου , εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας,
λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου.
καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ
οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φουεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς , ἄνδρα φωνάεντα ἀποκτείνας.
οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ ’ Μουσάων γὰρ ἀπέκτεινε θεράποντα.
οὔκουν ἔμοιγ’ ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτοῦ κλέος ὄρουσεν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο.
ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν , ἐφ’ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστὴς, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν.
εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα ’ εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος , καὶ αὕτη πιστὴ , καὶ οὐχ ἥττων τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων, φέρε , φράσον σὸν ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἔνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων.
οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε
καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὂγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν , ἵν ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ τοῦ Δῖός αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής.
φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦπου γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε
δεινὸν γὰρ, ὡ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὂλβιος βιος μήτε ὅπου καταμύσας κείσεται. ἐγὼ δὲ καὶ ᾤμην ἴσον Ὃμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ καὶ ἴνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ.
οἶον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσε οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν
Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν.
Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν , εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥή- μασιν
διὰ τί γὰρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητὰ, ὥς σε καλεῖ Πλάτων’, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος;
Ἄπολλον , ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισὶ, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; ἆρ’, ὦ θεοποιὲ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν ;
ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας , ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι,. ὦ Κλεόμηδες , ἆρα
ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱτοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ.