Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Δῖός , ὦ υἱὲ τοῦ Δῖός ’ ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρὶ, μᾶλλον δὲ τοῖς θεοῖς ’ ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατὸν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς Κυρείαν ἔχων , καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν.

καὶ σὺ δὲ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος , οὐκ οἰμώζεις; εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Πάλλας οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεὺς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις ’ κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες , ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα.

ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψο- κίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφεῖν. πῶς δὲ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ’ ᾔδεις ; πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος;

περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον ’ ἒν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἂν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι

v.1.p.251
μάχη ναυτικὴ οὐ συνίσταται.

ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος ’ χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ , ὁ μὲν σωζομένοις , ὁ δ’ ἀπολλυμένοις. εἴτε γὰρ σώζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται , ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Δῖός ὀργήν· εἴτε καὶ μὴ, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Πάλλας τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ημικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Δῖός τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος.

τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπρα- ξαν ἄν τι πάντως οἶ τοσοῦτοι. ἀλλ’ ἐγὼ , φησὶν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ.

  • φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸς εἶναι.