Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει , τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους.
‘Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφῖς Ἀπόλλων οὗτος ἦν.
τί οὖν ὁ θαυμαστὸς οὑτος; ; ἀρά γε τῶν οἰκείων ὑπερεμάχει ; ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; οὐμενοῦν. ἀλλὰ τί φησιν; φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης.
ὢ
Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις
“ Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους
ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον ’ ἦπού τι μαντικὸν ἔνεστι; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ Δία, φαίη τις ἄν. εἰ δὲ προσθείης ἃ δεομένων βοη- θεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσ- κείσθω,