Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν , ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ , καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο , ἐπεὶ καὶ ὁ ἂμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἂν, οὐ μόνον τὸν Λυδὸν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα. ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται.
ὅτι δὲ ναυσὶν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον
Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. ἤτοι γὰρ πᾶσα, φησὶν, ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. τοῦτο δ’ ἐξ ἃπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι , τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι.
ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάν- τευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλἠνων ἐν καιρῷ παραφαίνεσθαι , καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἓλλησιν ὡς ἂν οἰκείοις φί- λοις προξενεῖν· εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς, μηδ’ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ τοῦτο , ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περισττήσεται γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε
“ ‘Αλλ’ οὐ δεῖ Λακεδαιμονίοις , φήσεις, ταὐτὸν παραινεῖν. ἀληθῆ λέγεις. οὐ γὰρ ἠπίστασο, ὦ σοφιστὰ, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐ- τοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἶ δὲ μὴ ἐπέλθοιεν.
ἐπεὶ οὑν ἔδει τι λέγειν , οὕτως εἶπας τοῖς Λακεδαιμονίοις