Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὕτω δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες, οἵ τε ἀμφὶ τὸν ἀέρα κοσμοκράτορες καὶ τὰ πνευματικὰ τῆς πονηρίας, ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων, θεῶν οἱ μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο· ἥ τε τῶν πάλαι νεκρῶν μνήμη τῆς μείζονος ἠξιοῦτο θεραπείας.

ὧν τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιε-

v.1.p.213
ρωμένων εἰκόνων φέρειν ἐδόκουν τύποι, τὰς δὲ ψυχὰς καὶ τὰς ἐνθέους καὶ ἀσωμάτους δυνάμεις οἱ φαῦλοι δαίμονες καθυπεκρίνοντο διὰ πολλῆς τερατοποιίας· καὶ αὐτῶν ἤδη τῶν θεραπευόντων καὶ ἱερωμένων αὐτοῖς ἐπὶ τὸ μεῖζον ἀεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον ἀπαγόντων, καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι προκαταρξάντων. οἔδε γοῦν καὶ τῆς ἀρχεκάκου γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξε λόγος.

Τούτων τοιγαροῦν τῶν μοχθηρῶν καὶ περι- γείων δαιμόνων, τῶν τε ἀερίων καὶ καταχθονίων πνευμάτων, οὓς κοσμοκράτορας καὶ πνευματικὰ πονηρίας ἀρχάς τε καὶ ἐξουσίας οἱ θεῖοι λόγοι προσαγορεύουσι, τοτὲ μὲν εἰς ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων, καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστι δ᾿ ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ᾿ οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων, καὶ τῶν δαιμόνων τοὺς μὲν ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων, πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας· ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν.

πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ᾿ οὐρανὸν φωστήρων, οὓς καί φασι δια τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα, πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμη-

v.1.p.214
μένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγεννῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας παραφέροντες, ραλέα καὶ Διοσκούρους, Διόνυσόν τε καὶ τοὺς παρὰ βαρβάροις ὁμοίους.

ἐξ ὧν ἀφορίσαντες καὶ διαστειλάμενοι τὰ περὶ τῶν αὐτῶν αἰσχρότερα μνημονευόμενα τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν αὐτὸ ἐπικαλέσαντες. ὃ δὴ ἐπαισχυνθέντεσ, καίπερ ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικωτερον, ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις ἀλληγορίαις , θεωρίας δή τινας εὑρεσιλογήσαντες.

ἀλλ’ οὐδ’ εἰς τοῦτο πλάνης αὐτοῖς ἀπήρκει στῆναι, ἀλλὰ καὶ μέχρι τῶν οἰκείων παθῶν τὸ σεβάσμιου καὶ προσκυνητὸν ὄνομα τοῦ θεοῦ καταβαλόντες τέταρτον θεοποιίας προσεπενοήσατο τρόπον, οὐδ’ ἀντιρρήσεως ἄξιον, τῷ καὶ αὐτὸν προφανὲς ἐπάυεσθαι τὸ αἶσχος,