Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
εἰ δή Ἔρωτα καἰ Αφροδίτην καὶ Πόθον, τὰς αἰσχρὰς καὶ ἀκολάστους αὐτῶν ἐπιθυμίας, θεοὺς ἀνειπόντες , καὶ τὸν μὲν λόγον Ἑρμῆν, μῆν’, τὸν δὲ λογισμὸν Ἀθηνᾶν ἐπονομάσαντες, καὶ ταῦτα τῇ οἰκείᾳ παρειλήφασι θεολογίᾳ , ὡς καὶ τὸ πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων ἀναπλασάμενοι.
τὰς γὰρ ἐνεργείας τάς τε πολεμικὰς καὶ τὰς τεχνικὰς ἀνειδωλοποιήσαντες θεοῖς ἀπένειμαν, Ἄρει μὲν καὶ Ἀθηνᾷ τὰς πολεμικὰς, Ἡφαί- στῳ δὲ καί τισιν ἑτέροις τὰς τεχνικάς.
ἐπὶ πᾶσι τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν παρεισήχθη , πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον, τοτὲ μὲν θεοὺς ὑποκρινόμενον , τοτὲ δὲ ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ κρημνῶν φέρον διὰ τῆς ἀπατηλοῦ πλάνης πάντα τὸν δεισιδαίμονα·
ὃ καὶ αὐτὸ διόλου φαῦλον ὂν εἰς
ὧν οὕτως ἐχόντων ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰ μηδ’ ἀντιρρήσεως δεόμενα παρεκθεμένους τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ τούτου συγγράμματι τὰ λείποντα νῦν ἀποπληρώσομέν.
φέρ’ οὖν ἤδη λοιπὸν ἐπ’ αὐτὰς χωρήσωμεν τὰς ἀποδείξεις. θήσω δὲ πρώτας τὰς ἀπὸ τῆς Πλουτάρχου τάρχου γραφῆς , ἣν πεποίηται Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων·’ ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια τόνδε γράφει τὸν τρόπον