Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ καὶ εἶς ὢν, καὶ, ὡς ἄν τις ὑπολάβοι , μόνος, τὸ πλὴθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει, καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ’ εἶναι, μηδ’ ἐνεργεῖν, μηδέ πη παραφαίνεσθαι, μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοὶ, δαίμονες δ’ ἦσαν πονηροί· μόνου δὲ αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰμὰς, καὶ εἰς μεῖζον ἀρετῆς καθ’ ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι,

δέον ἕμταλιν τοὺς μὲν θεοὺς, εἰ δή τινες ὄντως ἤσαν τῶν ἐπὶ γῆς κηδεμόνες , τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς ἐξ αὐτῶν θεραπείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν.

νυνὶ δὲ τοῖσδε καὶ τοῦτ’ ἐπικεχείρηται μὲν πολλάκις , διὰ τῶν κατὰ χρόνους ἀρχόντων τὴν τοῦ σωτῆρος ἡμῶν κραταιοτάτην πολεμησάντων διδασκαλίαν· ἄπρακτον δ’ ὅμως εὕροντο τῆς ἐγχειρήσεως τὸ τέλος, ὑπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, καὶ πάσας τὰς κατὰ τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεις καθαιρούσης, αὐτούς τε ἐλαυνούσης , δαίμουας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας.

Οἵδε γοῦν περίγειοί τινες ὄντ’ ἐς καὶ καταχθόνιοι, τόν τε ἐπὶ γῆς βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦντες, πολοῦντες, καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι δι’ ἃς ὕστερον ἀποδώσομεν αἰτίας, τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυ-

v.1.p.212
σαρᾷ καὶ ἀκαθάρτῳ ὕλῃ ἐμφιλοχωροῦντες, αἵμασί τε καὶ λύθροις καὶ παντοίων ζῴων σώμασι τῇ τε ἐκ τῶν ἀναθυμιωμένων καὶ ἀπὸ τῆς γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες, οἵ τε τούτων ἄρχοντες ἀέριοί τινες ὑπάρχοντες, ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπινον γένος κάτω που περὶ νεκρῶν ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον, θυσίαις τε καὶ κνί- σαῖς ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι καὶ συνεργοὶ τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρυφῶντες, καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς εὐχερῶς ἀπατῶντες κινήσεσί τε ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν ἀφιέρωται, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις, θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι, πάλιν οἱ αὐτοὶ διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἡφίε- σαν.

δι᾿ ὧν ἐπὶ μᾶλλον κατὰ κρημνῶν ἔφερον τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν ποτὲ μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεοὺς, ποτὲ δὲ τὰς τῶν τεθεοποιημένων ἡρώων ψυχάς.

ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα τοἲς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις, μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις, καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης .