Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οὐδέ τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνε νῦν, ἐξ οὑπερ εἰς πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι’ ἀνθρωποθυσιῶν σφαγαῖς τὰ φονικὰ καὶ φίλαιμα καὶ μισάνθρωπά τε καὶ ἀπάνθρωπα δαιμόνια ἐξιλεοῦσθαι , οἷα πράττειν τοῖς πάλαι σοφοῖς τε καὶ βασιλεῦσι δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν.
περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι καὶ ἰσχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους πάροδον καὶ αὐτὸς ὁ καθ ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ’ ἡμῶν συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον
“ Νυνὶ δὲ θαυμάζουσιν εἰτοσούτων ἐτῶν κατείληφε τὴν πόλιν ἡ νόσος, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτ’ οὔσης. Ἰησοῦ γὰρ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο.’’
Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Πορφύριος. εἰ δὴ οὖν κατὰ τήνδε τὴν ὁμολογίαν Ἰησοῦ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο, μηκέτ’ οὔσης μήτ’ Ἀσκληπιοῦ ἐπιδημίας μήτε τῶν ἄλλων θεῶν, πόθεν δὴ λοιπὸν τὸ ὡς περὶ θεῶν καὶ ἡρώων δόγμα;
τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; εἰ δὴ ὁ μὲν θνητὸς, ὡς ἂν φαῖεν, ἄνθρωπος — τάχα δ’ ἂν εἴποιεν ὅτι καὶ πλάνος — οἶ δὲ σωτῆρες καὶ θεοὶ, τί δῆτα τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι, τὰ νῶτα τῷ θνητῷ, καὶ πᾶσαν ἐξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ’ ὄντι, ὡς ἂν εἴποιεν αὐτοὶ,
ὁ δὲ καὶ μετὰ θάνατον παρὰ πᾶσι τοῖς ἔθνεσιν ὁσημέραι διαιωνίζει τιμώμενος, ἄντικρυς τῆς μετὰ θάνατον ζωῆς τὸ ἐναργὲς καὶ ἔνθεον τοῖς οἵοις τε συνορᾶν ἐπιδεικνύμενος.