Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἄκουε τοιγαροῦν αὐτῶν Ἑλλήνων ὁμολογούντων έκλελοιπέναι ’ναι αὐτῶν τὰ χρηστήρια, οὐκ ἄλλοτέ ποτε ἐξ αἰῶνος ἢ μετὰ τοὺς χρόνους τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας τὴν ἑνὸς τοῦ παμβασιλέως καὶ δημιουργοῦ τῶν ὅλων θεοῦ γνῶσιν φωτὸς δίκην πᾶσιν ἀνθρώποις ἀνατειλάσης.
αὐτίκα γοῦν μάλα ὅσον
ἤδη δὲ καὶ πρότερον ἀποδέδεικται ὅτι δὴ παῦλαν κακῶν οὐδ’ ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν εἰλήφασιν αἶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ πρὶν ἀνθρωποθυσίαι· οἶς ἐπὶ τοῦ παρόντος προσθεῖναι καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθνῶν πολυαρχίας.
σχεδὸν γὰρ κατὰ πᾶσαν πόκαὶ καὶ κώμην βασιλεῖς καὶ τυράννους τοπάρχας τε καὶ δυνάστας παλαιὸν ἦν ὁρᾶν, ἐθναρχίας τε καὶ πολυαρχίας , δι’ ἃς ἐπὶ τοὺς κατ’ ἀλλήλων πολέμους συνεχῶς ὁρμῶντες δῃώσεις τε χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλησιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν οἰκείων δαιμόνων ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρούμενοι.
ὧν οὕτως ἐχόντων ἐν ὁποία τότε συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνέσχητο βίος καὶ αὐτῷ σοι παραλείπω σκοπεῖν.
τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυθέῳ πλάνη ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι’ ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα, μαθήματά τε παντοῖα διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόκαὶ