Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας · οἱ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν ἐμπίπτειν διὰ τῆς συναπολαύσεως τῆς μετ’ αὐτῶν γιγνομένης.

ὅπου γὰρ πνεύματος πλείονος ὁλκὴ ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης, ἢ τῆς προθυμίας δι’ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης , ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα.”

Ταῦτα μὲν οὑν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν ‘Εκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως

“ Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις , ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ’ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.”

Καὶ πάλιν φησὶν

“Ἕν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον

v.1.p.208
  • ἥδ’ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος,
  • ταυρῶπις, τρικάρηνος, ἀπηνὴς, χρυσοβέλεμνος,
  • Φοίβη ἀπειρολεχὴς , φαεσίμβροτος Εἰλήθυια,
  • τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα·
  • αἰθέρα μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις,
  • ἠέρα δ’ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι ·
  • γαῖα δ’ ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει.’
  • οἶς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς τίνες οἶ σκύλακες· ὅτι οἶ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς , ἀλλ’ οὐδὲν ἀγαθὸν ἐπαγομένους , τοὺς παρὰ τοῖς πολλοῖς θεολουμένους, , φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.

    Ἱκανὰ μὲν καὶ τὰ προπαρατεθέντα συστῆσαι ἢν ὅτι μὴ θεοὶ, μηδ’ ἀγαθοὶ δαίμονες, πᾶν δὲ τοὐναντίον ὑπῆρχον οἶ παρὰ τοῖς ἔθνεσι κατά τε πόλεις καὶ χώρας ὡς θεοὶ τετιμημένοι· οὐ λυπεῖ δὲ ἐκ περιουσίιας τὴν αὐτὴν ὑπόθεσιν ἔτι μᾶλλον βεβαιώσασθαι πλείοσι καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων ἀποδείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐγγελικῆς διδασκαλίας προξενηθεῖσαν ἅπασιν ἀνθρώποις ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης.