Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιου- σία· ἀλλ᾿ οὐ ταύτῃ μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ᾿ ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ᾿ αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλού-

v.1.p.166
μενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκ- φάνσιν καταμάθωμεν.

Οἶμαι δὲ παντί τῳ εἶναι σαφὲς ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρὸν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πανταχῆ πάντες, Ἕλληνες καὶ βάρβαροι , δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ’ ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξά- ζοντες , ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνεμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι , καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι · καὶ τί γὰρ ἄλλ’ ἢ δαι- μονῶντες;) πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον, πάντας πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυναστείας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν φω- νῆς ἀνακεκλημένους , καὶ τοὺς μέχρις ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένους, ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα , ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κό- σμον ἀνεγηγέρθαι, θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης, ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει, κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα , ἐξ ἁπάντων ὁσημέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς δὴ καὶ μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ

v.1.p.167
πάντων θεῷ.

τούτων δὲ οὕτως ἐχόντων, πῶς οὐκ ἂν εἴημεν ἐν ταὐτῷ δεδειχότες καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες, ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας, κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες, καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενημένοι. ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν τῶν προκειμένων.

Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες, καθ᾿ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπους, εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦν- τες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεὸν, εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ᾿ ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ· ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαι- μόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι.

ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ᾿ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν· δεύτερον τοὺς ἀγαθοὺς δαίμονας· τρίτον τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμο-

v.1.p.168
νᾶς.