Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις , ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην , πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναι-

v.1.p.165
ρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν.

τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ᾿ αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι.

οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεως φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω, πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς.”

Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ σαυτῷ σκέψαι πῶς Ἕλληνες ὄντες, καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι, τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες, Ἀριστοτελικοὶ πάντες, Κυνικοί τε καὶ Ἐπικούρειοι, καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ᾿ αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν.

καὶ μὴν, εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἓλληνας ὄντας, καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους, μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τιθεμένους.