Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι τὰ πάντα , μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προιὼν ἀπελέγξει. πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους εἴτε ἀγαθοὺς, ἐκ τῶν παρατεθησομένων.

τὰ μὲν γὰρ παρ’ ἡμῖν θεῖα λόγια οὐδ’ ὅλως ἀγαθὸν οὐδέν’ ὀνομάζει δαίμονα, πάντας δὲ πονηροὺς εἷναι τοὺς τῆς λήξεως ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ’ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἴνα τὸν πάντων αἴτιον · τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γεννητὰς οὔσας καὶ πολλῷ τὸν ἀγέν νῆτον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικὰ, δυνάμεις τε θείας καὶ ἀρχαγγέλους, καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύ- μασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς δὲ δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξει- πεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἷναι καὶ ἐπιστήμονας , ἀλλ’ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσ- φυῶς ὀνομάζεσθαι.

τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου , οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχανειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.

v.1.p.169

Φέρε οὖν ἐπισκεψώμεθα τίς ὁ κατ’ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθωμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐ- τῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ’ ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἷδ’ ὅτι μηδ’ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλή- μοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις.

μυρίων δὲ ὄντων παρ’ Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων , πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ’ ἡμᾶς γεγονὼς ταῖς καθ’ ἡμῶν ἐλλαμπρύωεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ’ ἡμᾶς δοκεῖ καὶ δαίμοσι καὶ οἷς φησι θεοῖς ὡμιληκέναι , ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι.